Κυριακή 21 Νοεμβρίου 2021

ΕΔΩ! Π ρ ο φ η τ ε ί α γιά τήν Πόλη (ΜΑΣ!) καί τό τέλος των Αγαρηνών!



Περὶ πότε ἐφάνη ὁ Μωάμεθ καὶ πόσοι βασιλεῖς Τοῦρκοι εἶναι ἀπὸ ἀρχῆς ἕως τῆς σήμερον ἔτους ἀπὸ Ἀδὰμ ͵ϛρκζʹ ἐφάνη ὁ Μωάμεθ

οὗτοι εἶναι οἱ αὐθένται οἱ Τοῦρκοι οἱ λεγόμενοι Ὀτμανλίδες· 


αος Ὀτμάνης. βος Ὀρχάνης. γος Μουράτης. δος Μπαγιαζήτης. εος Μεχεμέτης. ϛος Μουράτης. ζος Μαχεμέτης. ηος Μπαγιαζήτης. θος Σελήμης. ιος Σουλεϊμάνης. ιαος Σελήμης ὁ οἰνοπότης χρόνους κʹ. ἐτελεύτησε ἐν ἔτει ͵ζπγʹ, μηνὶ ἰαννουαρίῳ. ἐσυντρίφη ὑπὸ τοῦ ἵππου καὶ ἔγινεν ὁ υἱὸς αὐτοῦ Ἀμουράτης.

ἔτους ͵ϛρκζʹ ἐφάνη ὁ Μωάμεθ.

οὗτοι εἰσὶν οἱ ἀπ’ ἀρχῆς ἡγεμονεύσαντες Ἀγαρηνοί, οἵτινες καλοῦνται Ὀτμανλίδες· πρῶτος Ὀτμάνης, δεύτερος Ὀρχάνης, τρίτος Μουράτης, τέταρτος Μπαγιαζήτης, πέμπτος Μαχεμέτης, ἕκτος Μουράτης, ἕβδομος Μαχεμέτης.

οὗτος ἔλαβε τὴν ἀθλίαν Κωνσταντινούπολιν. καὶ ὡς διαλαμβάνει ὁ χρησμός, ὃς ἦν γεγραμμένος ἐν τῷ τάφῳ τοῦ μεγάλου Κωνσταντίνου, ὃν ἐξηγήθη ὁ μέγας πατριάρχης Σχολάριος, ὅτι εἰς τὸν ἀπόγονον τούτου μέλλει ἐξολοθρευθείη ἡ βασιλεία αὐτοῦ· ὁ δὲ ἕτερος χρησμός, ὅπερ εὑρίσκεται ἐν τῷ Ξηρολόφῳ ὁμοφωνεῖ τούτῳ, ὅτι πέντε βασιλεῖς Ἀγαρηνοὶ μέλλει βασιλεύσουν τὴν Κωνσταντινούπολιν, οὓς ἔχει γλυπτοὺς ἐν τῷ κιόνι τοῦ αὐτοῦ Ξηρολόφου. καὶ βαστοῦν ἐπὶ χεῖρας γεγυμνωμένα ξίφη. καὶ εἰς αὐτὸ τὸ κιόνι εἰσὶν πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ἀπ’ ἀρχῆς ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἔστι δὲ καὶ ἕτερος χρησμός, ὃς ἔχει ἱστορισμένον ἄρκος ἓν μέγα, ἔχον τέκνα τέσσαρα ἐξ αὐτοῦ κατερχόμενα,ἅτινα ἔχει εἰς τοὺς κόλπους αὐτοῦ καὶ ἀναθάλπει αὐτά. καὶ αὐτὸ τὸ ἄρκος δηλοῖ τὸν ἐκ τῆς Ἄγαρ πρῶτον βασιλεύσαντα τὴν Κωνσταντινούπολιν θεοῦ παραχωρήσει. τὰ δὲ τέσσαρα αὐτοῦ τέκνα εἰσὶν οἱ τέσσαροι βασιλεῖς, οἱ ἐξ αὐτοῦ ωρήσει. τὰ δὲ τέσσαρα αὐτοῦ τέκνα εἰσὶν οἱ τέσσαροι βασιλεῖς, οἱ ἐξ αὐτοῦ γεννηθέντες, οἵτινες θεοῦ παραχωρήσει καὶ αὐτοὶ μέλλει λαβεῖν τὴν βασιλείαν αὐτοῦ καὶ γένωσιν διάδοχοι.

ὄγδοος Μπαγιαζήτης, ἔννατος Σελήμης, δέκατος Σουλεϊμάνης, ἑνδέκατος Σελήμης. οὗτός ἐστιν ὁ ἐκ τῆς Ἄγαρ πέμπτος βασιλεύς, εἰς ὃν μέλλει λαβεῖν τέλος ἡ βασιλεία αὐτῶν, δηλονότι τῶν Ἀγαρηνῶν, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ ὄνομα αὐτῶν ὡς οἱ χρησμοὶ ἄνωθεν λέγουσιν. ὃ γένοιτο διὰ πρεσβειῶν τῆς πανυπεράγνου ἁγίας θεοτόκου, τῆς κυρίας ἡμῶν καὶ σωτηρίας καὶ πάντων τῶν ἁγίων.

Ἀμήν.

Chronographiae Anonymae, Chronica Byzantina breviora

Χρονικόν 50Β3
http://yiorgosthalassis.blogspot.com/2021/11/blog-post_546.html#more

1 σχόλιο:

Ἐνημερώνουμε τοὺς ἀγαπητοὺς ἀναγνῶστες μας, ὅτι σχόλια, τὰ ὁποῖα ἐμπεριέχουν προσβλητικοὺς χαρακτηρισμούς, διαφημίζουν κόμματα ἢ εἶναι γραμμένα μὲ λατινικοὺς χαρακτῆρες (γκρήκλις), θὰ διαγράφωνται ἄνευ προειδοποιήσεως!