Τρίτη, 26 Φεβρουαρίου 2019

"Έστι κακή ομόνοια καί καλή διαφωνία"...


Αποτέλεσμα εικόνας για Ιωσήφ Βρυέννιος

Ὁ μεγάλος θεολόγος τοῦ ΙΕ αἰῶνος, ‘Ιωσήφ ὁ Βρυέννιος λέγει: «Ἔστι κακή ὁμόνοια, καί καλή διαφωνία. Ἔστι σχισθῆναι καλῶς καί ὁμονοῆσαι κακῶς. 
Οἷς γάρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τό μῖσος ἀρετῆς ὑπόθεσις γίνεται. 

Καί κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπέρ ἀπαθείας διάστασις. 
Καλόν τό εἰρηνεύειν πρός πάντας, ἀλλ’ ὁμονοοῦντας πρός τήν εὐσέβειαν. 

Ἡ γάρ εἰρήνη μετά μέν τοῦ ἰδίου καί πρέποντος, κάλλιστον ἐστι κτῆμα καί λυσιτελέστατον, μετά δέ κακίας, ἤ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστον καί τε καί βλαβερώτατον. 

Ἐπεί οὐδείς δύναται κτήσασθαι τήν ἀγάπην τῶν πονηρῶν καί κακῶν, χωρίς κακίας καί πονηρίας. Μεγάλη δέ ἀρετή τοῦ δικαίου, ὅταν ἔχη τούς τοῦ Θεοῦ ἐχθρούς, ἐχθρούς, καί τούς αὐτοῦ φίλους, φίλους, ὥσπερ μεγάλη κακία ἁμαρτωλοῦ, ὅταν τούς τοῦ Θεοῦ φίλους ἔχη ἐχθρούς, καί τούς ἐχθρούς αὐτοῦ φίλους 
(Ἰωσήφ Βρυεννίου, Τά Εὑρεθέντα, Τόμος Β, σελ. 22)

"Παπαφλέσσας"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ἐνημερώνουμε τοὺς ἀγαπητοὺς ἀναγνῶστες μας, ὅτι σχόλια, τὰ ὁποῖα ἐμπεριέχουν προσβλητικοὺς χαρακτηρισμούς, διαφημίζουν κόμματα ἢ εἶναι γραμμένα μὲ λατινικοὺς χαρακτῆρες (γκρήκλις), θὰ διαγράφωνται ἄνευ προειδοποιήσεως!