Σάββατο 15 Ιανουαρίου 2022

Πνεῦμα εἰς τὸ Ἅγιον βλασφημεῖ, ὅστις ἐν Κυρίου, τῷ ναῷ φιμωτροφορεῖ…

 


 

 


 Ιωάννης Τσιλιμιγκάκης

Πνεῦμα εἰς τὸ Ἅγιον βλασφημεῖ, ὅστις ἐν Κυρίου, τῷ ναῷ φιμωτροφορεῖ, τῷ ἡγιασμένῳ, καὶ ἐγκεκαινισμένῳ, καὶ ῥῶσιν δωρουμένῳ, ψυχῆς καὶ σώματος.



Πνεῦμα εἰς τὸ Ἅγιον βλασφημεῖ, ὅστις ἐν Κυρίου, τῷ ναῷ  φ ι μ ω τ ρ ο φ ο ρ ε ῖ, τῷ ἡγιασμένῳ, καὶ ἐγκεκαινισμένῳ, καὶ ῥῶσιν δωρουμένῳ, ψυχῆς καὶ σώματος.

Μεγαληνάρια

Φίμωτρα οὐδόλως ἐν τῷ ναῷ, τῷ ὑγιοδώρῳ, καὶ ἁγίῳ καὶ ἱερῷ, τοῖς βεβαπτισμένοις, εἰς ὄνομα Κυρίου, προσήκει τῇ προφάσει, ὑγείας σώματος.


Φιμωτροφορία ἡ ἐν ναῷ, ἔνδειξις ὑπάρχει, ἀσεβείας πρὸς τὸν Θεόν, τὸν ἡγιακότα, ναὸν αὐτοῦ καὶ δόντα, αὐτὸν εἰς θεραπείαν, ψυχῆς καὶ σώματος.

Πίστις ἀθετεῖται ἡ τοῦ Χριστοῦ, τῇ ψευδεῖ προφάσει, τῆς ὑγείας τοῦ χοϊκοῦ, σώματος· διόπερ, ψυχῇ ἀνδρειοτάτῃ, πατρῴᾳ παραδόσει, δεῦτε στοιχήσωμεν.

Εἴδωλον ὑγείας τὸ μυσαρόν, ἔστησαν ἐν μέσῳ, τοῦ ναοῦ σου τοῦ ἱεροῦ, χεῖρες παρανόμων, σὴν χάριν ἀθετούντων, καὶ δύναμίν σου Σῶτερ, οἴμοι τὴν ἄμαχον.

Τὴν πανσθενουργὸν χάριν σου Χριστέ, ὄφεως ἀπάτῃ, ἀθετοῦντας καὶ ἐν ναῷ, τῷ ἱερωτάτῳ, τὸ εἴδωλον ὑγείας, ἀφρόνως προσκυνοῦντας, φώτισον Κύριε.

Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.

Καινοτόμος ἀσέβεια, καὶ Θεοῦ ἀλλοτρίωσις, καὶ ναοῦ ἀθέτησις ἱερότητος, ἡ τῆς λατρείας ἀλλοίωσις, τῷ δόγματι καίσαρος, ἀσεβοῦς τῷ ἀσεβεῖ, τῷ κελεύοντι φίμωτρα, φέρειν ἅπαντας, τοὺς πιστοὺς καὶ ἀφίστασθαι ἀλλήλων, τοὺς ἐν πίστει ἡνωμένους, καὶ ἐν ἁγίῳ βαπτίσματι.

Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων σου ῥοαῖς.

Καινοτομία ἀσεβής, ἐν ναῷ τῷ ἁγίῳ πέλει τὰ φίμωτρα, ἐπὶ τὰ πρόσωπα πιστῶν, βεβαπτισμένων Τριάδος μέγα εἰς ὄνομα· διὸ ἀγαπητοί, ταῖς τῶν πατέρων πάντες στοιχήσωμεν, ἱεραῖς παραδόσεσιν, ἵνα τῷ ἐλέει Θεοῦ, σωθῶσιν αἱ ψυχαὶ ἡμῶν.

Ἦχος γ´. Θείας πίστεως.

Χεῖρες βέβηλοι ἐν τῷ ναῷ σου, δόλῳ εἴδωλον τὸ τῆς ὑγείας, βλασφημοῦντες τὴν σὴν δύναμιν ἔστησαν, ἀλλ’ οἱ πιστοί σε τὸν μόνον ἀθάνατον, ἐκδυσωποῦμεν φιλάνθρωπε Κύριε· Ἐναπόσταξον ῥανίδα θείου ἐλέους σου, καὶ ἴασαι ψυχὰς ἡμῶν καὶ σώματα.

Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Ἐκ δεινῆς αἱρέσεως, ναομαχίας, μὴ ἐλλίπῃς Κύριε, διαφυλάττων Ἰησοῦ, τῆς Ἐκκλησίας τὸ ποίμνιον· σὺ γὰρ ὑπάρχεις, πιστῶν τὸ κραταίωμα.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ἐνημερώνουμε τοὺς ἀγαπητοὺς ἀναγνῶστες μας, ὅτι σχόλια, τὰ ὁποῖα ἐμπεριέχουν προσβλητικοὺς χαρακτηρισμούς, διαφημίζουν κόμματα ἢ εἶναι γραμμένα μὲ λατινικοὺς χαρακτῆρες (γκρήκλις), θὰ διαγράφωνται ἄνευ προειδοποιήσεως!